Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
  2. αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
  3. ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.
  4. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  5. δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,
  6. βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.
  7. νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι
  8. πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,
  9. τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.
  10. χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
  11. δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
  12. ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,
  13. ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,
  14. ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,
  15. ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.
  16. παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ
  17. δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·
  18. παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
  19. σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·
  20. οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη