Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
- ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·
- οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ
- θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.
- τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
- Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
- ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
- οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
- τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
- ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;
- τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·
- τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων
- ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
- τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
- ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
- ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,
- ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·
- σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.
- ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ
- οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν