Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
  2. ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
  3. λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.
  4. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  5. καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
  6. ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.
  7. ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
  8. ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
  9. Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
  10. καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
  11. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
  12. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
  13. ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
  14. ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
  15. τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω
  16. σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
  17. ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
  18. Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
  19. οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
  20. Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ