Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
  2. ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ
  3. Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
  4. δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
  5. οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
  6. ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
  7. ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
  8. ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,
  9. γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
  10. τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·
  11. ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
  12. θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
  13. ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
  14. τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
  15. σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,
  16. ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·
  17. οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται
  18. οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως
  19. ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.
  20. ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·