Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
  2. νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
  3. ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
  4. ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
  5. Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
  6. εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
  7. αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  8. δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  9. ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ
  10. ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,
  11. μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
  12. Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
  13. καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
  14. ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.
  15. ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,
  16. τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
  17. εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,
  18. φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
  19. δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  20. ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως