Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
  2. ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος
  3. χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
  4. ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
  5. πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.
  6. ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
  7. ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
  8. ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
  9. ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
  10. δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
  11. ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
  12. αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,
  13. καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
  14. αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
  15. εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·
  16. Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
  17. παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
  18. ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
  19. καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων
  20. ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα