ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶςαἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸςαἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαιἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴκαὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτοςοὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνωνδακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείηςπόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι