Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω
  2. Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
  3. ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
  4. ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
  5. καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
  6. οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
  7. οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
  8. ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
  9. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
  10. αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  11. οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
  12. ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
  13. πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
  14. Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
  15. ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·
  16. εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·
  17. πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
  18. ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
  19. ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
  20. Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;