Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
  2. γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
  3. Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.
  4. εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω
  5. φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
  6. ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι
  7. κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
  8. αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
  9. ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
  10. Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
  11. ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
  12. τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
  13. τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
  14. ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
  15. ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
  16. βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
  17. αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
  18. τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
  19. Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·
  20. τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.