Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι
  • πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
  • ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·
  • τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,
  • ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
  • ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
  • κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
  • πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ
  • γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,
  • δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.
  • αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.
  • ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
  • προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·
  • ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
  • ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς
  • καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
  • ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
  • αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
  • πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
  • πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,