Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
  2. εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
  3. ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
  4. τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
  5. Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;
  6. οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
  7. φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
  8. τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·
  9. ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.
  10. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς
  11. ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
  12. ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
  13. ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,
  14. Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,
  15. αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
  16. τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
  17. ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
  18. ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
  19. Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
  20. τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια