Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,
  2. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·
  3. τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
  4. οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
  5. τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
  6. σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
  7. δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
  8. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,
  9. οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
  10. οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
  11. δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
  12. ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
  13. σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι
  14. θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου
  15. θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς
  16. δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ
  17. δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
  18. τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
  19. καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν
  20. ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·