Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
  2. τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
  3. δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.
  4. οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
  5. καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
  6. τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
  7. φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
  8. καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
  9. πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
  10. δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
  11. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  12. Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
  13. αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
  14. ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
  15. σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
  16. οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
  17. ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
  18. σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
  19. ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
  20. ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·