Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
  2. καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
  3. οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν
  4. ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
  5. δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
  6. αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
  7. κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα
  8. ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
  9. σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,
  10. καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
  11. ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
  12. ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα
  13. Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
  14. τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
  15. γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
  16. τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
  17. οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
  18. ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
  19. οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
  20. τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη