Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
- δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι
- Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·
- Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
- κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν
- ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε
- νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
- εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
- ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
- ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
- ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
- οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
- εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
- ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
- ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
- τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·
- αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
- ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
- Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
- οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
- οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω
- χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
- ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν
- Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
- ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
- Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
- Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
- ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
- λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
- ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
- τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
- Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
- αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
- ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
- ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
- Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
- εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
- ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
- ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
- Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
- Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
- χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
- τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
- χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·
- πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
- δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
- ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
- τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ
- δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
- κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
- ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.
- αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
- πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
- ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·
- ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
- τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
- ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν
- δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
- ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,
- ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
- δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
- κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
- χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·
- ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
- βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
- ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
- Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
- αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
- τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
- ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
- τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
- εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
- ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
- ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
- Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
- Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
- ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
- μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι
- τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
- ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
- Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα
- λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
- ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
- μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
- μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
- ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
- ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
- τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
- ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
- ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
- ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
- λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·
- τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
- αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι
- ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
- ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
- ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
- εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
- ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
- ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη
- Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
- ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·
- αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·
- ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
- οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
- οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
- νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
- ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
- εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν
- ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
- ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
- ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
- ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.
- ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
- ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
- Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
- καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
- οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν
- ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
- δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
- αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
- κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα
- ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
- σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,
- καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
- ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
- ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα
- Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
- γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
- τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
- οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
- ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
- οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
- τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
- ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
- τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
- Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·
- γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
- Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
- μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον
- ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
- ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
- τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα
- τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
- ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων
- Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
- νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
- ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,
- χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·
- ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
- ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων
- βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.
- λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·
- αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
- ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
- Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·
- τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη
- δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
- ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
- ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε
- κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
- αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων
- ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
- καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
- ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
- δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
- ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
- νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
- τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
- ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης
- ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
- ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
- τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
- δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.
- οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
- καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
- τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
- φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
- καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
- πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
- δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
- καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
- Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
- αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
- ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
- σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
- οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
- ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
- σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
- ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
- ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·
- ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
- μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.
- Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
- αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
- ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν
- αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
- ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
- μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
- ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
- αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
- μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
- Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·
- τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
- ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·
- ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
- εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος
- καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
- ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.
- τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
- ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.
- ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
- ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,
- ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
- τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·
- πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
- αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
- Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
- παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.
- Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·
- πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο
- ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
- μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
- Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
- Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,
- ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
- υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.
- τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
- ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
- αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
- Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
- Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
- ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.
- πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
- ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον
- πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα
- αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων
- ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.
- Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·
- βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
- νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.
- Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
- πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·
- ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,
- ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
- καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
- Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
- Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·
- Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
- ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.
- Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
- Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας
- Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως
- φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
- Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
- ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
- ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
- ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
- πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
- αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
- πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη
- Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
- Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·
- ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
- πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
- χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
- τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
- εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
- ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·
- καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
- δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων
- ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·
- ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως
- ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
- πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
- χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ
- κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες
- Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.
- ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
- αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ
- ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων
- οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ
- λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.
- Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
- ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
- μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
- μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,
- ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
- νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
- Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
- εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς
- Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·
- Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
- Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι
- πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,
- στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
- πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν
- φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
- αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
- ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,
- καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·
- Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα
- μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς
- νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
- οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
- πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
- εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,
- θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
- καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
- ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
- ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
- ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
- ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
- ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
- οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
- ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην
- μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
- ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
- αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
- πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
- ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
- οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
- Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
- φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
- Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
- Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
- Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
- ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
- ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν
- εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
- δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.
- ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
- ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
- ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
- Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
- ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,
- τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·
- τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
- οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
- τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
- σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
- δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
- εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,
- οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
- οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
- δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
- ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
- σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι
- θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου
- θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς
- δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ
- δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
- τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
- καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν
- ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·
- οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
- εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
- ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
- τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
- Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;
- οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
- φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
- τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·
- ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.
- εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς
- ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
- ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
- ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,
- Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,
- αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
- τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
- ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
- ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
- Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
- τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια
- κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι
- πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
- ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·
- τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,
- ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
- ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
- κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
- πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ
- γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,
- δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.
- αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.
- ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
- προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·
- ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
- ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς
- καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
- ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
- αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
- πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
- πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,
- πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
- δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
- καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
- δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·
- καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
- τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
- τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·
- κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
- εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·
- πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
- ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα
- αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,
- δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
- καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
- καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.
- ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
- Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
- Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,
- ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
- ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
- ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
- ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
- Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
- μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·
- τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
- Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
- πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν
- αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
- μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι
- ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.
- ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
- ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·
- ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
- αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·
- ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·
- Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
- ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·
- οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·
- Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
- Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον
- καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.
- Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα
- κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
- τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
- εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.
- ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·
- πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι
- κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,
- πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.
- τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε
- γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.
- ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε
- χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·
- ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
- ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε
- χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.
- Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
- ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
- εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε
- καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
- πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.
- ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε
- ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ
- πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
- πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες
- κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,
- κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς
- δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
- πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ
- κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·
- ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
- Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·
- ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
- ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
- μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν
- ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.
- ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,
- ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
- πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.
- ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,
- ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·
- μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,
- μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·
- χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον
- ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
- αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
- ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
- ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·
- πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
- ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,
- τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
- καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
- ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
- ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
- αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
- ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.
- ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
- ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω
- αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
- γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
- Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.
- εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω
- φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
- ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι
- κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
- αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
- ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
- Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
- ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
- τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
- τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
- ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
- ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
- βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
- αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
- τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
- Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·
- τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
- αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·
- ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
- θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
- εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
- πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
- ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν
- πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
- ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
- ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς
- ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.
- ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
- ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
- Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει
- καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι
- ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
- οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
- ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
- ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ
- ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
- αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
- τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα
- ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·
- Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν
- ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
- τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
- δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,
- λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
- μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε
- ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,
- ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
- ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
- τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
- Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,
- τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
- οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
- ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.
- νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν
- ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
- λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.
- ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·
- ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.
- ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
- τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
- δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
- ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
- οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
- εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
- ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
- αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,
- ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
- ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.
- τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω
- ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
- ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ
- δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
- εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
- οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
- ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
- μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·
- ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω
- Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
- ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
- ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
- καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
- οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
- οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
- ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
- ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
- αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,
- οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
- ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
- πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
- Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
- ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·
- εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·
- πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
- ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
- ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
- Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
- τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·
- Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,
- οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων
- οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
- Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
- ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε
- τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
- ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
- μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.
- ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ
- τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.
- εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
- Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,
- ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
- Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
- Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
- Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·
- τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.
- ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ
- παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως
- Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
- τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
- Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
- ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
- Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
- ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις
- παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη
- σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
- πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη
- σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη
- ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
- ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
- ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
- ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
- Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,
- οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
- ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
- ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν
- νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
- οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
- οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
- πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
- βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
- μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
- τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,
- ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,
- πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.
- Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
- ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
- ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,
- μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
- λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
- ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
- τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι
- ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
- ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
- ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
- ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
- τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
- ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς
- αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
- αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
- οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
- αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
- ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.
- εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
- ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
- καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
- ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
- οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
- οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
- ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,
- ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
- δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
- καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
- καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
- πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·
- καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
- Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
- Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
- ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος
- χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
- ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
- πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.
- ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
- ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
- ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
- ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
- δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
- ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
- αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,
- καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
- αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
- εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·
- Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
- παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
- ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
- καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων
- ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα
- κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
- ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
- παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
- δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,
- χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
- οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
- μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
- οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
- ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε
- ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
- ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει
- πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
- ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ
- ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
- ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
- αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας
- Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς
- ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
- αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
- οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
- ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
- οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
- ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
- σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
- ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
- δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
- εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
- κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
- ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
- ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
- ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
- τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει
- καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα
- Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε
- στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
- τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
- ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
- δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
- τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
- δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
- ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
- ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ
- ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω
- πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
- ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς
- δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
- κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
- ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.
- ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
- τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ
- ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
- ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
- οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
- πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,
- ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
- ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
- Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
- γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
- Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι
- αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
- Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
- Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
- Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
- ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
- τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
- Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
- βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα
- Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων
- Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
- ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
- τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
- τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
- ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
- ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
- δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
- ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
- νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
- σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ
- Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
- ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
- τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
- ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
- ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
- τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
- Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
- ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
- ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
- οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
- οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
- τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
- βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
- στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
- Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
- ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
- ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
- αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
- ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
- οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
- ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.
- ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,
- καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
- μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.
- κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·
- κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
- ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι
- φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο
- ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ
- ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
- οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
- ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,
- τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε
- ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
- κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
- ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν
- εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε
- ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
- ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·
- τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
- δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
- ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·
- εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
- τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,
- σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
- Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
- εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
- τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,
- καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
- τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
- ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
- σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
- καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
- νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·
- ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
- ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
- ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
- αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·
- ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
- νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
- ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·
- ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς
- εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
- ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
- ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·
- τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
- νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
- ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
- ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
- Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
- εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
- αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
- δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ
- ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,
- μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
- Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
- καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
- ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.
- ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,
- τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
- εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,
- φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
- δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
- ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
- αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα
- γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·
- Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
- ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
- ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
- ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,
- ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ
- πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
- τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,
- πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι
- θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
- αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
- ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο
- ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
- Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
- τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
- τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
- δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
- ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
- οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
- ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
- τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
- στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον
- χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
- δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·
- τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
- καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
- αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
- δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
- τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.
- οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
- ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
- θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
- καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
- τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
- πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
- εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
- τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
- ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
- οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.
- ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.
- ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
- τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
- τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
- τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
- Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
- τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,
- ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
- πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
- τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
- κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·
- οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
- καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
- δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
- ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
- ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
- λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
- Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,
- ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
- ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
- ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ
- Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
- δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
- οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
- ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
- ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
- ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,
- γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
- τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·
- ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
- θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
- ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
- τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
- σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,
- ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·
- οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται
- οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως
- ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.
- ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
- Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
- δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·
- εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,
- ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.
- ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
- αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,
- σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,
- ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων
- θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
- τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν
- μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
- ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
- τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
- Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
- Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
- ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι
- ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
- Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον
- χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων
- σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
- ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
- ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.
- τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
- στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
- Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
- οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
- καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
- ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
- κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·
- ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
- καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
- τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
- Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
- μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε
- ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
- αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·
- οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν
- ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
- οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·
- οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
- ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
- λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.
- ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
- ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.
- ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
- ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
- Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
- διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
- καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
- ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
- ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
- τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω
- σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
- ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
- Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
- οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
- Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ
- ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
- τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,
- ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
- ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
- κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·
- τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
- μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.
- δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
- ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
- εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,
- βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη
- ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.
- καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,
- εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν
- ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,
- Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·
- μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
- κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·
- μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·
- ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
- ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
- νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
- Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·
- αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
- ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.
- τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
- Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
- καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
- νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
- σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
- ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
- νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
- ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,
- σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·
- αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
- Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
- αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
- δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
- ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
- ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
- ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.
- ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
- σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·
- Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
- τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν
- ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
- ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
- Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·
- καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.
- Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
- εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
- οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
- τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
- τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
- μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
- ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
- αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
- δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
- νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν
- ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
- Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
- Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
- πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
- τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
- ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·
- τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,
- αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
- βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
- τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος
- οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
- τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
- ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα
- πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
- ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
- ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
- ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
- ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
- μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
- Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ
- δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
- τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·
- κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ
- δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ
- ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν
- ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
- ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
- δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,
- ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
- Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
- οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
- εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
- ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
- αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·
- ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·
- κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
- πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.
- ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
- Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
- κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
- καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
- ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
- εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
- μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
- καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι
- παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
- κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
- ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·
- δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
- ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
- τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
- νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι
- στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
- Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν
- ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
- εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
- μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
- κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
- ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·
- πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·
- κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο
- οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.