Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
  2. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
  3. σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,
  4. τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.
  5. τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
  6. βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν
  7. μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
  8. τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
  9. ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
  10. Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.
  11. Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
  12. ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.
  13. οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
  14. τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
  15. αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
  16. ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
  17. ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
  18. τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
  19. ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
  20. Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα