Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
  2. ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
  3. νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν
  4. ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
  5. ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
  6. πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·
  7. ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
  8. Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·
  9. ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
  10. ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·
  11. αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
  12. φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
  13. ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα
  14. Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
  15. Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
  16. τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
  17. τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·
  18. ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
  19. νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·
  20. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.