Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.
  2. ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς
  3. ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
  4. οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
  5. τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις
  6. λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
  7. μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
  8. ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
  9. οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.
  10. σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
  11. ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
  12. νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.
  13. ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
  14. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  15. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  16. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  17. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
  18. Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
  19. ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς
  20. ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ