Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
  2. ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
  3. Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,
  4. τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων
  5. πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.
  6. ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
  7. καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·
  8. οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
  9. ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
  10. ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.
  11. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  12. Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
  13. γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·
  14. ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ
  15. Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
  16. τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
  17. τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·
  18. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
  19. δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·
  20. φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν