Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
  2. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  3. Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
  4. Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
  5. τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
  6. νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
  7. ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.
  8. τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·
  9. υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
  10. Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι
  11. ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
  12. βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
  13. ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,
  14. οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
  15. ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
  16. πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
  17. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
  18. ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  19. Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
  20. Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα