Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
  2. ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
  3. σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,
  4. ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
  5. σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·
  6. νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
  7. ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
  8. οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
  9. ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  10. τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
  11. φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
  12. μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
  13. ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ
  14. κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
  15. ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
  16. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·
  17. ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
  18. αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
  19. κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
  20. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·