Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
  2. Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
  3. ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
  4. ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
  5. πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
  6. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  7. αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
  8. ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
  9. λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·
  10. ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη
  11. μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
  12. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·
  13. τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
  14. μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
  15. τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·
  16. οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
  17. οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
  18. Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
  19. οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
  20. ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.