Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,
  2. τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
  3. ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
  4. καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
  5. κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
  6. χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
  7. τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
  8. εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
  9. ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
  10. εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω
  11. ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.
  12. ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·
  13. τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου
  14. ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
  15. εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα
  16. ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·
  17. ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
  18. πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
  19. φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
  20. ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.