Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
  2. οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
  3. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
  4. τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
  5. Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
  6. ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
  7. δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
  8. ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
  9. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
  10. Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·
  11. μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
  12. οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
  13. μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον
  14. ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
  15. νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
  16. αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
  17. ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,
  18. τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
  19. ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
  20. ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.