Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸςοὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχιἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμονδεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροικαλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοιπέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποιἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάωνἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶταἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·