Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
- δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν
- Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
- δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
- ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
- λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
- τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
- ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
- ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
- ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
- Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
- τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
- τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
- Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
- Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
- ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
- Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
- ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
- Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,