Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  2. ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
  3. ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι
  4. Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
  5. ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.
  6. ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον
  7. Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,
  8. Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
  9. εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
  10. ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
  11. λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·
  12. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
  13. ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
  14. τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,
  15. πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,
  16. ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
  17. τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο,
  18. αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
  19. σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.
  20. ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,