Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
  2. κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
  3. αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
  4. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  5. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
  6. Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
  7. ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων
  8. Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
  9. ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
  10. Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
  11. χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
  12. οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
  13. μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
  14. ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
  15. ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
  16. ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
  17. ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
  18. χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
  19. κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
  20. Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.