Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
  2. ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
  3. τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
  4. Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
  5. ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
  6. τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
  7. νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
  8. πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,
  9. οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
  10. ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη
  11. ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
  12. ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
  13. ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
  14. ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
  15. Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος
  16. γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
  17. τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
  18. θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
  19. ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
  20. πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν