Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
  2. ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
  3. οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
  4. ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
  5. ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
  6. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
  7. σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
  8. χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
  9. ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  10. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
  11. ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
  12. ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες
  13. ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
  14. κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
  15. τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
  16. ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
  17. πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
  18. ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
  19. τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
  20. ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω