Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
  2. ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
  3. ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·
  4. πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
  5. χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας
  6. κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·
  7. ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
  8. νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
  9. ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
  10. τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,
  11. σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
  12. τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
  13. Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
  14. μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
  15. ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
  16. ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
  17. οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,
  18. ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
  19. ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
  20. Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,