Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
  2. μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·
  3. καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
  4. αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
  5. ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
  6. τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
  7. καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
  8. οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
  9. λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
  10. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
  11. ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
  12. Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·
  13. τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·
  14. τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.
  15. εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,
  16. οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
  17. ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
  18. καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
  19. καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
  20. ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις