Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
  2. ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
  3. βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
  4. αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
  5. ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.
  6. ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
  7. εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
  8. ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·
  9. αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
  10. πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
  11. ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
  12. ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
  13. Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
  14. ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
  15. Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
  16. τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  17. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  18. ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
  19. καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
  20. τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;