Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
  2. δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ
  3. ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
  4. ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.
  5. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  6. Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
  7. ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·
  8. ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
  9. ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν
  10. Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω
  11. ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
  12. ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
  13. ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
  14. τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
  15. ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
  16. ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
  17. τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
  18. φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
  19. ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
  20. τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν