Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
  2. ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
  3. σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
  4. Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
  5. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·
  6. πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,
  7. ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
  8. λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.
  9. ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
  10. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  11. δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
  12. τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις
  13. Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
  14. εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
  15. ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
  16. ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
  17. ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω
  18. σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.
  19. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  20. ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι