Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
  • σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
  • εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  • ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
  • καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
  • Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
  • αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
  • τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·
  • ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε
  • αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.
  • καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·
  • αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·
  • κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
  • Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα
  • κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.
  • καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων
  • τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·
  • αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,
  • ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,
  • καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν