Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,
  2. ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
  3. ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
  4. τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη
  5. ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·
  6. ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
  7. ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·
  8. ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι
  9. ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
  10. ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου
  11. σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·
  12. ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
  13. ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε
  14. παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ
  15. ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
  16. ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.
  17. τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
  18. μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
  19. νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
  20. κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.