Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,
  2. εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
  3. οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
  4. νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,
  5. τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
  6. ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,
  7. μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
  8. ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,
  9. εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
  10. κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·
  11. κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω
  12. πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.
  13. τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
  14. μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
  15. τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,
  16. μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
  17. Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
  18. ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,
  19. βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
  20. σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.