Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε,
  2. τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,
  3. ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.
  4. ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
  5. ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.
  6. οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
  7. ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·
  8. αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
  9. δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.
  10. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
  11. καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
  12. δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
  13. οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.
  14. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
  15. χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
  16. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
  17. ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
  18. εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
  19. ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.
  20. οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,