Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
  2. αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.
  3. ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα
  4. ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.
  5. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ
  6. ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης
  7. ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
  8. κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·
  9. ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·
  10. ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι
  11. Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
  12. ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·
  13. αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
  14. μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·
  15. τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·
  16. οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
  17. ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
  18. Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
  19. ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους
  20. ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.