Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
- εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,
- τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
- Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
- τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε
- δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους
- Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
- οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·
- ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
- δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
- Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
- οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
- ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·
- οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
- ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.
- αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
- μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·
- τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.
- ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
- ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·