Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.
  2. ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε
  3. ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
  4. ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·
  5. ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,
  6. καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,
  7. ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.
  8. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  9. τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
  10. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο
  11. πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
  12. πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
  13. ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε
  14. μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.
  15. καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες
  16. πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.
  17. αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε
  18. πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·
  19. ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,
  20. μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.