Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
  2. λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.
  3. ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε
  4. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  5. πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας,
  6. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  7. αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
  8. αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.
  9. τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  10. ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν
  11. ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ
  12. βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·
  13. τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,
  14. αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,
  15. καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.
  16. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  17. ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,
  18. ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.
  19. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
  20. εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,