Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.
  • καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,
  • τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
  • ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.
  • τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο
  • χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,
  • οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·
  • φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·
  • τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.
  • οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν
  • κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·
  • τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.
  • ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.
  • νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
  • ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
  • νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,
  • ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.
  • ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
  • σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
  • Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.