Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ
  2. θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.
  3. ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται
  4. ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.
  5. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
  6. εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος
  7. εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,
  8. ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη
  9. ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.
  10. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
  11. ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί,
  12. ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ
  13. αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς
  14. κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ
  15. ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.
  16. ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
  17. ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,
  18. οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν
  19. οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται,
  20. οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν