Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
  2. σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,
  3. ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
  4. πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
  5. τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν
  6. ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε
  7. καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο
  8. πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
  9. οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,
  10. οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο
  11. παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν
  12. ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,
  13. αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·
  14. Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
  15. ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα,
  16. βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν
  17. ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ
  18. τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.
  19. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
  20. αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα