Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.
  2. ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς
  3. χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη
  4. χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.
  5. νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·
  6. εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
  7. οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·
  8. Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
  9. δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν,
  10. πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ
  11. φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
  12. δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
  13. τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.
  14. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς
  15. αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν
  16. μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.
  17. ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
  18. ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα,
  19. τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι
  20. δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες