Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
  2. ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·
  3. τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
  4. κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.
  5. ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ
  6. οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,
  7. ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
  8. καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
  9. ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
  10. τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.
  11. ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,
  12. καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·
  13. σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν
  14. Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;
  15. τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι
  16. ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ
  17. καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα
  18. ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
  19. ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,
  20. ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα