Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·
  2. τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης,
  3. ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.
  4. αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
  5. οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·
  6. οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,
  7. ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
  8. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  9. αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην
  10. ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.
  11. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα
  12. κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·
  13. ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·
  14. δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε
  15. λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
  16. δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.
  17. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;
  18. αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε
  19. κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.
  20. ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·