Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
  2. δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
  3. κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,
  4. ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
  5. πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
  6. καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,
  7. εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·
  8. μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·
  9. νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες
  10. ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.
  11. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
  12. καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
  13. Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα
  14. ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα
  15. χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν
  16. πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
  17. Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,
  18. στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·
  19. υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
  20. Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
  21. καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,
  22. ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·
  23. δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,
  24. ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.
  25. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  26. ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
  27. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,
  28. ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς
  29. Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.
  30. στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.
  31. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα
  32. ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς
  33. ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
  34. στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ
  35. πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει
  36. στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν
  37. ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·
  38. κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς
  39. αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ
  40. νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.
  41. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς
  42. εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·
  43. κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.
  44. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
  45. γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.
  46. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,
  47. ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,
  48. τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,
  49. οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·
  50. ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·
  51. κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
  52. ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
  53. στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο
  54. ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·
  55. ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ
  56. μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.
  57. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
  58. Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον
  59. μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  60. εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν
  61. ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.
  62. Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,
  63. οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·
  64. ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ
  65. ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.
  66. ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.
  67. τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·
  68. Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,
  69. ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.
  70. ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.
  71. αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
  72. θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν
  73. τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.
  74. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  75. ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,
  76. τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
  77. ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.
  78. ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,
  79. ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
  80. τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
  81. καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·
  82. τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·
  83. καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.
  84. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
  85. ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.
  86. οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
  87. ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι
  88. δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.
  89. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  90. τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.
  91. ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
  92. νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·
  93. Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο
  94. αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.
  95. καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ
  96. παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι.
  97. αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως
  98. σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.
  99. αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον
  100. ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·
  101. ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,
  102. τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.
  103. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  104. ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
  105. εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,
  106. ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς
  107. χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου
  108. ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.
  109. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης,
  110. ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,
  111. ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.
  112. ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός,
  113. ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.
  114. δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·
  115. τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας
  116. χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.
  117. ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,
  118. ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,
  119. ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,
  120. τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.
  121. ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο
  122. νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.
  123. αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,
  124. κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,
  125. ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο
  126. τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν
  127. λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει
  128. τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,
  129. πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·
  130. ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,
  131. ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.
  132. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος,
  133. ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
  134. κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
  135. Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν
  136. ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι
  137. ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
  138. ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·
  139. αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·
  140. ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.
  141. ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη
  142. μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.
  143. σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς
  144. τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.
  145. αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι
  146. ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
  147. ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·
  148. τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,
  149. ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ
  150. πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις
  151. ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο
  152. αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
  153. ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ
  154. κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
  155. ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,
  156. Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.
  157. αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,
  158. κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
  159. θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·
  160. ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
  161. ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.
  162. τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
  163. Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων
  164. ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·
  165. ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας
  166. ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,
  167. εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.
  168. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  169. δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως
  170. Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.